Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.216 Joseph. AJ 3.220 (English) >>Joseph. AJ 3.224

3.218ἐπαύσατο μὲν οὖν τε ἐσσὴν καὶ σαρδόνυξ τοῦ λάμπειν ἔτεσι διακοσίοις πρότερον ταύτην ἐμὲ συνθεῖναι τὴν γραφὴν τοῦ θεοῦ δυσχεράναντος ἐπὶ τῇ παραβάσει τῶν νόμων, περὶ ὧν ἐροῦμεν εὐκαιρότερον. τρέψομαι δὲ νῦν ἐπὶ τὸν ἑξῆς λόγον. 3.219

Καθιερωμένης γὰρ δὴ τῆς σκηνῆς καὶ διακεκοσμημένων τῶν περὶ τοὺς ἱερέας τό τε πλῆθος ὁμόσκηνον αὐτῷ τὸν θεὸν ἔκρινεν εἶναι καὶ τρέπεται πρὸς θυσίας τε καὶ ἀνέσεις ὡς ἅπασαν ἤδη κακοῦ προσδοκίαν ἀπεωσμένον, καὶ περὶ τῶν μελλόντων ὡς ἀμεινόνων ἐπιθυμοῦντες δωρεάς τε τῷ θεῷ τὰς μὲν κοινῇ τὰς δὲ κατʼ ἰδίαν ἀνετίθεσαν κατὰ φυλάς· 3.220οἵ τε γὰρ φύλαρχοι κατὰ δύο συνελθόντες ἅμαξαν καὶ δύο βόας προσκομίζουσιν· ἓξ μὲν οὖν ἦσαν αὗται καὶ τὴν σκηνὴν ἐν ταῖς ὁδοιπορίαις παρεκόμιζον. πρὸς τούτοις ἕκαστος φιάλην τε κομίζει καὶ τρύβλιον καὶ θυΐσκην, τὴν μὲν δαρεικοὺς δέκα δυναμένην καὶ πλήρη θυμιαμάτων· 3.221τὸ δὲ τρύβλιον καὶ φιάλη, ἀργυρᾶ δὲ ἦν, σίκλους μὲν αἱ δύο διακοσίους εἷλκον, εἰς δὲ τὴν φιάλην ἑβδομήκοντα μόνοι δεδαπάνηντο, πλήρεις δὲ ἦσαν ἀλεύρων ἐλαίῳ πεφυραμένων, οἷς ἐπὶ τῷ βωμῷ χρῶνται πρὸς τὰς ἱερουργίας· μόσχον τε καὶ κριὸν σὺν ἀρνίῳ ἐτείῳ ὁλομελῆ καυθησόμενα καὶ σὺν αὐτοῖς χίμαρον ἐπὶ παραιτήσει ἁμαρτημάτων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.216 Joseph. AJ 3.220 (English) >>Joseph. AJ 3.224

Powered by PhiloLogic